Revelation of John 5

1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ
 ὄπισθεν = WH Treg NA/NIV: || ἔξωθεν = RP
ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς
 ἄξιος = WH Treg NA/NIV: || ἄξιος ἐστιν = RP
ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ
 οὐρανῷ = WH Treg NA/NIV: || οὐρανῷ ἄνω = RP
οὐρανῷ
 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ = WH Treg NA/NIV: || οὔτε ἐπὶ τῆς γῆς οὔτε = RP
οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ⸃ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
4καὶ
 ἐγὼ = WH Treg RP: || [omit] = NA/NIV
ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν λέων ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζα Δαυίδ,
 ἀνοῖξαι = WH Treg NA/NIV: || ὁ ἀνοίγων = RP
ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον
 ἑστηκὸς = WH NA/NIV RP: || ἑστηκὼς = Treg
ἑστηκὸς ὡς ἐσφαγμένον,
 ἔχων = WH Treg NA/NIV: || ἔχον = RP
ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά,
 οἵ = WH Treg NA/NIV: || ἃ = RP
οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
 ἀπεσταλμένοι = WH Treg NA/NIV: || ἀποστελλόμενα = RP
ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν
 αἱ = WH Treg NA/NIV: || [omit] = RP
αἱ προσευχαὶ τῶν ἁγίων·
9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ
 θεῷ = WH NA/NIV: || θεῷ ἡμᾶς = Treg RP
θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν
 βασιλείαν = WH Treg NA/NIV: || βασιλεῖς = RP
βασιλείαν καὶ ἱερεῖς, καὶ
 βασιλεύουσιν = WH Treg: || βασιλεύσουσιν = NA/NIV RP
βασιλεύουσιν ἐπὶ τῆς γῆς.

11Καὶ εἶδον, καὶ
 ἤκουσα = WH Treg NA/NIV: || ἤκουσα ὡς = RP
ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
12λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν
 καὶ = WH Treg NA/NIV: || καὶ τὸν = RP
καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς
 θαλάσσης = Treg NA/NIV: || θαλάσσης ἐστίν = WH RP
θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς
 πάντα = WH Treg NA/NIV: || πάντας = RP
πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ
 τῷ θρόνῳ = NA/NIV: || τοῦ θρόνου = WH Treg RP
τῷ θρόνῳ ⸃ καὶ τῷ ἀρνίῳ εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν
 αἰώνων = WH Treg NA/NIV: || αἰώνων Ἀμήν = RP
αἰώνων.
14καὶ τὰ τέσσαρα ζῷα
 ἔλεγον = WH Treg NA/NIV: || λέγοντα τὸ = RP
ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.



Copyright information for SBLG